Torna alla Nuova Alleanza

Epistole del Nuovo Testamento

21 lettere apostoliche con testo parallelo

0 di 33 pericopi lette(0%)
Ebrei 12:4-13

Annotazioni

Il Signore corregge chi ama; ogni correzione produce frutti di giustizia.

La disciplina paterna di Dio

4
Grecoοὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
Lettura Ortodossa
5
Grecoκαὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος·
Lettura Ortodossa
6
Grecoὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Lettura Ortodossa
7
Grecoεἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς ⸀γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
Lettura Ortodossa
8
Grecoεἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ⸂καὶ οὐχ υἱοί ἐστε⸃.
Lettura Ortodossa
9
Grecoεἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ ⸀πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
Lettura Ortodossa
10
Grecoοἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
Lettura Ortodossa
11
Grecoπᾶσα ⸀δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
Lettura Ortodossa
12
GrecoΔιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
Lettura Ortodossa
13
Grecoκαὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Lettura Ortodossa

Testo greco: SBL Greek New Testament (SBLGNT), sblgnt.com. Copyright 2010 by the Society of Biblical Literature and Logos Bible Software. Licenza CC BY 4.0 (fornito «così com'è», senza garanzie). Suddiviso in pericopi da TeoCentro.

Capitoli di Ebrei

Altre Epistole