Torna alla Nuova Alleanza

Epistole del Nuovo Testamento

21 lettere apostoliche con testo parallelo

0 di 10 pericopi lette(0%)
1 Timoteo 5:1-16

Annotazioni

Onora le vedove; iscrivi solo quelle veramente sole; la vera vedova spera in Dio.

Vedove e anziani

1
GrecoΠρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
Lettura Ortodossa
2
Grecoπρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.
Lettura Ortodossa
3
GrecoΧήρας τίμα τὰς ὄντως χήρας.
Lettura Ortodossaⓘ le vedove che sono davvero vedove.
4
Grecoεἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.
Lettura Ortodossa
5
Grecoἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ ⸀θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
Lettura Ortodossa
6
Grecoἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.
Lettura Ortodossa
7
Grecoκαὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν·
Lettura OrtodossaE queste cose ordinale, perché siano ⓘ.
8
Grecoεἰ δέ τις τῶν ἰδίων καὶ ⸀μάλιστα οἰκείων οὐ ⸀προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
Lettura Ortodossa
9
GrecoΧήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
Lettura OrtodossaUna vedova sia ⓘ se ha non meno di ⓘ, donna di un solo uomo…
10
Grecoἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
Lettura Ortodossa
11
Grecoνεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,
Lettura Ortodossa
12
Grecoἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
Lettura Ortodossa
13
Grecoἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
Lettura Ortodossa
14
Grecoβούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
Lettura Ortodossa
15
Grecoἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
Lettura Ortodossa
16
Grecoεἴ ⸀τις πιστὴ ἔχει χήρας, ⸀ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
Lettura OrtodossaSe una credente ha delle vedove, le ⓘ, e non sia gravata l'ⓘ, perché possa soccorrere quelle che sono davvero vedove.

Testo greco: SBL Greek New Testament (SBLGNT), sblgnt.com. Copyright 2010 by the Society of Biblical Literature and Logos Bible Software. Licenza CC BY 4.0 (fornito «così com'è», senza garanzie). Suddiviso in pericopi da TeoCentro.

Capitoli di 1 Timoteo

Altre Epistole